Χριστός Ἀνέστη Χριστιανοί!
Οἱ εὐσεβείς καί φιλόθεοι,
κατεβαίνουν μέ τή λαμπάδα τους
στό Ναό νά κοινωνήσουν
τόν ἄρτο τῆς ζωῆς,
τό σῶμα καί τό αἷμα
Τοῦ Ἀναστάντα Χριστοῦ μας!
Ἁγίου Ἰωάννη τοῦ Χρυσοστόμου,
λόγος εἰς τὴν Ἀνάστασιν.
Εἶ τις εὐσεβὴς καὶ φιλόθεος
Ὅποιος εἶναι εὐσεβής καί φιλόθεος
ἀπολαυέτω τῆς καλῆς ταύτης
ἄς ἀπολαύσει τήν ὡραία αὐτή
καὶ λαμπρὰς πανηγύρεως·
καί λαμπρή ἑορτή·
Εἶ τις δοῦλος εὐγνώμων,
Ὅποιος δοῦλος ἔχει διαθέσεις ἀγαθές,
εἰσελθέτω χαίρων
ἄς εἰσέλθει γεμᾶτος εὐφροσύνη
εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ·
στήν χαρά τοῦ ἀναστημένου Κυριόυ του·
Εἶ τις ἔκαμε νηστεύων,
Ὅποιος καταπονήθηκε μέ τή νηστεία,
ἀπολαυέτω νὺν τὸ δηνάριον.
ἄς ἀπολαύσει τώρα τήν ἀμοιβή του.
Εἶ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο,
Ὅποιος ἀπό νωρίς τήν αὐγή ὑπηρέτησε τόν Κύριο,
δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα·
ἄς πάρει σήμερα τήν ἀμοιβή πού δικαιοῦται·
Εἶ τις μετὰ τὴν τρίτην ἦλθεν,
Ὅποιος τό μεσημέρι προσῆλθε στή ζωή τῆς Ἐκκλησίας,
εὐχαρίστως ἑορτασάτω·
ἄς πάρει κι αὐτός πρόθυμα μέρος στήν Ἀναστάσιμη γιορτή·
Εἶ τις μετὰ τὴν ἕκτην ἔφθασε,
Ὅποιος τό ἀπομεσήμερο προσῆλθε,
μηδὲν ἀμφιβαλλέτω,
ἄς μήν ἔχει καμμιά ἀμφιβολία,
καὶ γὰρ οὐδὲν ζημιοῦται·
καθόλου δέν θά τιμωρηθεῖ·
Εἶ τις ὑστέρησεν εἰς τὴν ἐννάτην,
Ὅποιος καθυστέρησε κι ἦρθε τό ἀπόγευμα,
προσελθέτω, μηδὲν ἐνδοιάζων·
ἄς πλησιάσει τόν Κύριο χωρίς κανένα δισταγμό καί φόβο·
Εἶ τις εἰς μόνην ἔφθασε τὴν ἑνδεκάτην,
Κι ὅποιος προσῆλθε τήν τελευταία ὥρα,
μὴ φοβηθῆ τὴν βραδύτητα.
μὴ φοβηθῆ πῶς λόγω καθυστέρησης δέν θά τόν δεχθεῖ ὁ Θεός.
Φιλότιμος γὰρ ὧν ὁ Δεσπότης,
Γιατί ὁ Κύριος μας εἶναι γενναιόδωρος,
δέχεται τὸν ἔσχατον,
καί δέχεται τόν τελευταῖο,
καθάπερ καὶ τὸν πρῶτον·
μέ τήν ἴδια προθυμία πού εἶχε δεχτεῖ καί τόν πρῶτο·
Ἀναπαύει τὸν τῆς ἑνδεκάτης,
Ἀναπαύει ἐκεῖνον πού μετανόησε τελευταίος,
ὡς τὸν ἐργασάμενον ἀπὸ τῆς πρώτης·
ὅπως ἀκριβῶς κάνει καί μέ τόν πρῶτο·
Καὶ τὸν ὕστερον ἐλεεῖ,
Καί τόν τελευταῖο ἐλεεῖ,
καὶ τὸν πρῶτον θεραπεύει·
καί τόν πρῶτο εὐεργετεῖ·
κακείνω δίδωσι, καὶ τούτω χαρίζεται.
καί στόν ἕναν δίνει καί στόν ἄλλο χαρίζει.
Καὶ τὰ ἔργα δέχεται,
Καί τά ἔργα τῆς ἀρετῆς δέχεται,
καὶ τὴν γνώμην ἀσπάζεται.
καί τήν ἁπλή διάθεση ἀναγνωρίζει.
Καὶ τὴν πρᾶξιν τιμᾷ,
Καί τήν ἀγαθή πράξη τιμᾶ,
καὶ τὴν πρόθεσιν ἐπαινεῖ.
καί τήν ἁπλήν πρόθεση ἐπαινεῖ.
Οὐκοῦν εἰσέλθετε πάντες
Εἰσέλθετε λοιπόν ὅλοι
εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν.
στή χαρά τοῦ Κυρίου μας.
Καὶ πρῶτοι καὶ δεύτεροι
Καί οἱ πρῶτοι καί οἱ δεύτεροι
τὸν μισθὸν ἀπολαύετε,
τόν μισθόν σας λάβετε,
Πλούσιοι καὶ πένητες μέτ' ἀλλήλων χορεύσατε,
Πλούσιοι καί φτωχοί πανηγυρίσατε,
Ἐγκρατεῖς καὶ ῥάθυμοι
Ὅσοι ἐγκρατευτήκατε καί ὅσοι ραθυμήσατε
τὴν ἡμέραν τιμήσατε,
τήν ἀναστάσιμη ἡμέρα τιμήσατε,
Νηστεύσαντες καὶ μὴ νηστεύσαντες,
Ὅσοι νηστέψατε καί ὅσοι δέν νηστέψατε,
εὐφράνθητε σήμερον.
εὐφρανθεῖτε σήμερα.
Ἡ τράπεζα γέμει τρυφήσατε πάντες·
Ἡ Ἁγία Τράπεζα εἶναι γεμάτη, ἀπολαύστε την ὅλοι·
ὁ μόσχος πολὺς μηδεῖς ἐξέλθη πεινῶν.
ὁ Μόσχος εἶναι ἄφθονος κανείς ἄς μή φύγει πεινασμένος.
Πάντες ἀπολαύετε τοῦ συμποσίου τῆς πίστεως.
Ὅλοι ἀπολαύστε τό Συμπόσιο τῆς πίστης.
Πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος.
Ὅλοι ἀπολαύστε τά δῶρα πού προσφέρει ἡ θεία ἀγαθοσύνη.
Μηδείς θρηνείτω πενίαν
Κανείς πιά τή φτώχεια του νά μή θρηνεῖ
ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία.
γιατί ἔγινε τώρα φανερή ἡ κοινή τοῦ Θεοῦ Βασιλεία.
Μηδεὶς ὀδυρέσθω πταίσματα·
Κανείς πιά τά πταίσματά του νά μήν κλαίει·
συγγνώμη γὰρ ἐκ τοῦ τάφου ἀνέτειλε·
γιατί συγχώρεσή μας εἶναι ὁ Ἀναστημένος·
Μηδεὶς φοβείσθω θάνατον·
Κανείς πιά τό θάνατο ἄς μή φοβᾶται·
ἠλευθέρωσε γὰρ ἡμᾶς τοῦ Σωτῆρος ὁ θάνατος·
γιατί τοῦ Σωτήρα μας ὁ θάνατος ἀπ' τή φθορά μᾶς ἐλευθέρωσε·
Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος·
Κρατήθηκε ἀπ' τό θάνατο ὁ Σωτήρας μας μά τελικά τόν ἐξαφάνισε·
Ἐσκύλευσε τὸν Ἅδην,
Ἀνέσυρε μαζί Του ὅσους κρατοῦσε ὁ ἅδης,
ὁ κατελθὼν εἰς τὸν Ἅδην.
ὁ Κύριός μας πού κατέβηκε στόν ἅδη.
Ἐπίκρανεν αὐτόν,
Ὁ Κύριός μας πίκρανε τόν ἅδη,
γευσάμενον τῆς σαρκὸς αὐτοῦ.
ὅταν ἐκεῖνος γεύτηκε τή σάρκα του.
Καὶ τοῦτο προλαβῶν Ἡσαϊας, ἐβόησεν·
Κι αὐτό προβλέποντας ὁ Ἠσαϊας, εἶχε βροντοφωνήσει·
ὁ Ἅδης, φησίν, ἐπικράνθη.
ὁ ἅδης, εἶπε, πικράνθηκε.
συναντήσας σοὶ κάτω, ἐπικράνθη.
ὅταν ἐκεῖ κάτω Σέ συνάντησε, Πικράνθηκε.
Καὶ γὰρ κατηργήθη·
Γιατί ἀπό τότε καταργήθηκε·
Ἐπικράνθη, καὶ γὰρ ἐνεπαίχθη.
Πικράνθηκε, γιατί ξεγελάστηκε.
Ἐπικράνθη, καὶ γὰρ ἐνεκρώθη.
Πικράνθηκε, γιατί θανατώθηκε.
Ἐπικράνθη, καὶ γὰρ καθηρέθη.
Πικράνθηκε, γιατί ἔχασε τήν ἐξουσία του.
Ἐπικράνθη, καὶ γὰρ ἐδεσμεύθη.
Πικράνθηκε, γιατί ὁ ἴδιος τώρα ὑποδουλώθηκε.
Ἔλαβε σῶμα,
Σῶμα θνητό, νόμιζε, εἶχε λάβει
καὶ Θεῷ περιέτυχεν·
καί στό Θεό μπροστά ἀπρόσμενα βρέθηκε·
Ἔλαβε γήν,
Χῶμα τῆς γῆς, νόμιζε, εἶχε λάβει,
καὶ συνήντησεν οὐρανῶ·
καί Τόν Θεό τοῦ οὐρανοῦ συνάντησε·
Ἔλαβεν, ὅπερ ἔβλεπε,
Σῶμα ὁρατό, νόμιζε, εἶχε λάβει,
καὶ πέπτωκεν, ὅθεν οὐκ ἔβλεπε.
καί καταισχύνθηκε ἀπ' Τόν Ἀόρατο.
Ποῦ σου θάνατε τὸ κέντρον;
Πού είναι, θάνατε, το κεντρί σου;
Ποῦ σου Ἅδη τὸ νῖκος;
Ποῦ εἶναι ἅδη ἡ νίκη σου;
Ἀνέστη Χριστός,
Ἀναστήθηκε ὁ Χριστός,
καὶ σὺ καταβέβλησαι·
καί ἔχεις πιά ὁριστικά κατανικηθεῖ·
Ἀνέστη Χριστὸς
Ἀναστήθηκε ὁ Χριστός
καὶ πεπτώκασι δαίμονες·
κι ἔχουν οἱ δαίμονες γκρεμιστεῖ·
Ἀνέστη Χριστός,
Ἀναστήθηκε ὁ Χριστός,
καὶ χαίρουσιν Ἄγγελοι·
καί χαίρουν οἱ Ἄγγελοι·
Ἀνέστη Χριστός,
Ἀναστήθηκε ὁ Χριστός,
καὶ ζωὴ πολιτεύεται.
καί ζωή βασιλεύει παντοῦ.
Ἀνέστη Χριστός,
Ἀναστήθηκε ὁ Χριστός,
καὶ νεκρὸς οὐδεὶς ἐπὶ μνήματος.
καί κανείς πιά νεκρός δέν μένει στό μνῆμα.
Χριστὸς γὰρ ἐγερθείς ἐκ νεκρῶν
Γιατί ὁ Χριστός μέ τήν Ἀνάστασή Του
ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο.
ἔγινε ἡ ἀρχή τῆς ἀναστάσεως τῶν κεκοιμημένων.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος
Σ’ Αὐτόν ἀνήκει ἡ δόξα καί ἡ ἐξουσία
εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
στούς ἀπέραντους αἰῶνες·
Ἀμήν.
Μ. ΣΑΒΒΑΤΟ 23:30 ΟΛΟΙ ΣΤΗΝ ΑΝΑΣΤΑΣΗ!