Κύριε εἰσάκουσον τῆς προσευχῆς μου
ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου
εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν
ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου
ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου
ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου
ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις σου
ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου
ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι
ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου·
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ
καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον
ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου
ὅτι ἐπὶ σοὶ ἤλπισα·
γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι
ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε
πρὸς σὲ κατέφυγον
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου
ὅτι σὺ εἶ ὁ Θεός μου·
τὸ πνεῦμά σου τὸ ἀγαθὸν
ὁδηγήσει με ἐν γῇ εὐθείᾳ
ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με
ἐν τῇ δικαιοσύνῃ σου
ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου
καὶ ἐν τῷ ἐλέει σου
ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου
καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου
ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοί,
καὶ προσπέσωμεν ἐν μετανοίᾳ,
κράζοντες ἐκ βάθους ψυχῆς·
Δέσποινα, βοήθησον
ἐφ' ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου
καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου
καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω
καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς
σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα
ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου
καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην
καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου·
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας
τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι,
πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι
ἀκουτιεῖς μοι ἀγαλλίασιν
καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα
ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον
καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς
καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου
μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου
καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με
διδάξω ἀνόμους τὰς ὁδούς σου
καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι
ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς,
ὁ Θεὸς τῆς σωτηρίας μου
ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου
Κύριε τὰ χείλη μου ἀνοίξεις
καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου
ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν,
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην
ὁ Θεὸς οὐκ ἐξουδενώσει
ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν
καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα,
τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς,
πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν·
Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε,
τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Παθῶν με ταράττουσι προσβολαί,
πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν,
εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ,
τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν,
δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν·
σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω,
καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν,
ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ,
ἀξίωσον, μόνη Θεομῆτορ,
ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι,
Σέ, Θεογεννῆτορ, Παρθένε, σύ με κυβέρνησον,
πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία,
τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον,
καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου·
σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης,
τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον,
τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον·
πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ,
τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χαλεπαῖς ἀρρωστίαις, καὶ νοσεροῖς πάθεσιν,
ἐξεταζομένῳ, Παρθένε, σύ μοι βοήθησον·
τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω,
θησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Διάσωσον,
ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς
κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου,
ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, Βαρθολομαίου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καὶ Καθηγουμένου ἡμῶν Αἰμιλιανοῦ ἱερομονάχου
και πάσης τῆς εν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν
τῶν ἐν ταῖς διακονίαις ὄντων διακονούντων καί διακονησάντων
ἐν τῇ Ιερά Μονή ταύτη.
Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον,
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν παθῶν μου τὸν τάραχον,
ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον,
καὶ τὸν κλύδωνα κατεύνασον,
τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Εὐσπλαγχνίας τὴν ἄβυσσον,
ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι,
ἡ τὸν εὔσπλαγχνον κυήσασα,
καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀπολαύοντες, Πάναγνε,
τῶν σῶν δωρημάτων εὐχαριστήριον,
ἀναμέλπομεν ἐφύμνιον,
οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καὶ στήριγμα,
καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον,
κεκτημένοι σε, Πανύμνητε,
δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἔμπλησον, Ἁγνή,
εὐφροσύνης τὴν καρδίαν μου,
τὴν σὴν ἀκήρατον διδοῦσα χαράν,
τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λύτρωσαι ἡμᾶς,
ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,
ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν,
καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Λῦσον τὴν ἀχλύν,
τῶν πταισμάτων μου, Θεόνυμφε,
τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος,
ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή,
τῶν παθῶν μου τὴν ἀσθένειαν,
ἐπισκοπῆς σου ἀξιώσασα,
καὶ τὴν ὑγείαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν,
ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ,
τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν,
κατασχεθεῖσαν, Παρθένε, δυσώπησον,
τὸν Κύριόν σου καὶ Υἱόν,
τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι,
καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε,
τῶν πειρασμῶν διαλύουσαν ὄχλον,
καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν,
καὶ δέομαι διαπαντός,
ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα,
καὶ ψυχῶν σε παντελῆ σωτηρίαν,
καὶ πλατυσμὸν ἐν ταῖς θλίψεσι, Κόρη,
καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεθα·
Ὧ Δέσποινα, καὶ νῦν ἡμᾶς,
τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι,
καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου,
ἀλλ' ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου,
καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα,
σοῦ δέομαι τῆς ἀγαθῆς,
ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.
Διάσωσον,
ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως,
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, Βαρθολομαίου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καὶ Καθηγουμένου ἡμῶν Αἰμιλιανοῦ ἱερομονάχου
και πάσης τῆς εν Χριστῷ ἡμῶν ἀδελφότητος.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν
τῶν ἐν ταῖς διακονίαις ὄντων διακονούντων καί διακονησάντων
ἐν τῇ Ιερά Μονή ταύτη.
Κύριε, ἐλέησον.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,
καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου,
καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου μνησθήσομαι ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Καί ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς
τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου,
Κύριον τόν Θεόν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Σοφία. Ὀρθοί ἀκούσωμεν τοῦ Ἁγίου Εὐαγγελίου.
Εἰρήνῃ πᾶσι.
Καί τῷ Πνεύματί σου.
Ἐκ τοῦ κατά Λουκᾶν Ἁγίου Εὐαγγελίου τό Ἀνάγνωσμα, Πρόσχωμεν.
Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ,
ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα,
καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου,
καί ἠσπάσατο τήν Ἐλισάβετ.
Καί ἐγένετο,
ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας,
ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς·
καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ,
καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν·
Εὐλογημένη σύν ἐν γυναιξί
καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου.
Καί πόθεν μοι τοῦτο,
ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός μέ;
Ἰδού γάρ, ὡς ἐγένετο,
ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτά μου,
ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου.
Καί μακαρία ἡ πιστεύσασα,
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου.
Καί εἶπε Μαριάμ·
Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον,
καί ἠγαλλίασε τό πνεῦμά μου ἐπί τῷ Θεῷ τῷ σωτῆρί μου,
ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ.
Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,
ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός,
καί ἅγιον τό ὄνομά αὐτοῦ.
Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ,
ὡσεί μῆνας τρεῖς,
καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.
Δόξα Σοι, Κύριε, Δόξα Σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα,
Τριὰς ἡ ἐν Μονάδι,
ἐξάλειψον τὰ πλήθη,
τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἐλεήμων ἐλέησόν με ὁ Θεός
κατά τό μέγα ἔλεός σου
καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τό ἀνόμημά μου.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία,
Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου·
θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι,
τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι,
οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,
πάντοθεν πολεμούμενος,
καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου·
Δέσποινα τοῦ κόσμου,
ἐλπὶς καὶ προστασία τῶν πιστῶν,
μή μου παρίδῃς τὴν δέησιν,
τὸ συμφέρον ποίησον.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται,
ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν,
καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα,
Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη,
τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεός τόν λαόν σου,
καί εὐλόγησον τήν κληρονομίαν σου·
ἐπίσκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς·
ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων,
καί κατάπεμψον ἐφ’ ἡμᾶς τά ἐλέη σου τά πλούσια,
πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας·
δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ,
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων,
ἱκεσίαις τοῦ τιμίου καί ἐνδόξου Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου,
τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων·
τῆς Ἁγίας ἐνδόξου Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
τῶν ἁγίων, ἐνδόξων καὶ καλλινίκων μαρτύρων,
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τοῦ ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Σίμωνος τοῦ Μυροβλύτου
καὶ τεκτήτορος τῆς ἁγίας μονῆς ταύτης.
τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης,
καὶ πάντων σου τῶν Ἁγίων.
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε,
ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Ἐλέει, καὶ οἰκτιρμοίς,
καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ,
μεθ᾽ οὖ εὐλογητὸς εἶ,
σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι,
ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητός εἶ.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον,
ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας, τὴν σὲ κυήσασαν,
καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας·
Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας, Θεογεννήτρια,
τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον,
ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους,
μὴ παρίδῃς Παρθένε, ὑμνοῦντας,
καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν ἰαμάτων τὸ δαψιλές,
ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρθένε,
καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον ὑμνοῦμεν
Τὰς ἀσθενείας μου
τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρθένε,
ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις,
καὶ παθῶν τὰς ἐφόδους Παρθένε·
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι,
στρατιαὶ τῶν Ἀγγέλων, ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν,
οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή,
σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς,
ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον,
ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε,
ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα,
τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων,
γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον,
καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Φωτός σου ταῖς ἀκτῖσι,
λάμπρυνον, Παρθένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα,
τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας,
ταπεινωθέντα, Παρθένε, θεράπευσον,
ἐξ ἀρρωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον,
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ,
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,
τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν,
καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν,
τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας,
τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν,
ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή,
πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην,
ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ,
δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν,
ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα.
Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν,
νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς,
μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων,
δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν,
τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν,
τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου,
Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον,
Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,
ἁγιασθήτω τὸ ὄνομά σου,
ἐλθέτω ἡ βασιλεία σου,
γενηθήτω τὸ θέλημά σου,
ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς.
Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον,
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν,
ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν,
καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναµις καὶ ἡ δόξα,
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύµατος,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀµήν
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·
πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ,
οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Κύριε, ἐλέησον ἡμᾶς·
ἐπὶ σοὶ γὰρ πεποίθαμεν,
μὴ ὀργισθῇς ἡμῖν σφόδρα,
μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,
ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος,
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
καὶ ἡμεῖς λαός σου,
πάντες ἔργα χειρῶν σου,
καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε,
ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·
σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου,
δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλη­σίαν ταύτην
καί πᾶσαν πόλιν καί χώραν ἀπό λοιμοῦ, λιμοῦ,
σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας,
ἐπιδρομῆς ἀλ­λοφύλων, ἐμφυλίου πολέμου
καί αἰφνιδίου θανάτου·
ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι
τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν,
τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον
τήν καθ’ ἡμῶν κινουμένην καί ῥύσασθαι ἡμᾶς
ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς καί ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν
φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καί ἐλεῆσαι ἡμᾶς.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτήρ ἡμῶν,
ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γῆς καί τῶν ἐν θαλάσσῃ μακράν,
καί ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα,
ἐπί ταῖς ἁμαρτίαις ἡμῶν καί ἐλέησον ἡμᾶς·
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις
καί σοί τήν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀµήν
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Κύριε, ἐλέησον.
Πάτερ ἅγιε, εὐλόγησον.
Χριστός ὁ ἀληθινός Θεός ἡμῶν,
ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός,
τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων,
τῆς Ἁγίας ἐνδόξου Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν,
τοῦ ὁσίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Σίμωνος τοῦ Μυροβλύτου
τοῦ κεκτήτορος τῆς ἁγίας μονῆς ταύτης
καὶ πάντων τῶν Ἁγίων,
ἐλεήσαι καί σώσαι ἡμᾶς,
ὠς ἀγαθός καί φιλάνθρωπος.
Πάντων προστατεύεις, Ἀγαθή,
τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί·
ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν,
ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν,
οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν,
Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου·
ὅθεν σοι προσπίπτομεν·
Ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου,
καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε,
ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου,
τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.